Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.69 Joseph. AJ 8.73 (English) >>Joseph. AJ 8.78

8.71

Διελὼν δὲ τὸν ναὸν εἰς δύο τὸν μὲν ἔνδοθεν οἶκον εἴκοσι πηχῶν ἐποίησεν ἄδυτον, τὸν δὲ τεσσαράκοντα πηχῶν ἅγιον ναὸν ἀπέδειξεν. ἐκτεμὼν δὲ τὸν μέσον τοῖχον θύρας ἐπέστησε κεδρίνας χρυσὸν πολὺν αὐταῖς ἐνεργασάμενος καὶ τορείαν ποικίλην. 8.72κατεπέτασε δὲ ταύτας ὕφεσιν εὐανθεστάτοις ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κόκκου πεποιημένοις, οὐ μὴν ἀλλὰ καὶ βύσσου λαμπροτάτης καὶ μαλακωτάτης. ἀνέθηκε δὲ εἰς τὸ ἄδυτον εἴκοσι πηχῶν τὸ εὖρος τῶν δʼ αὐτῶν καὶ τὸ μῆκος δύο Χερουβεῖς ὁλοχρύσους πηχῶν ἑκατέραν τὸ ὕψος πέντε, δύο δʼ ἦσαν ἑκατέρᾳ πτέρυγες ἐπὶ πέντε πήχεις ἐκτεταμέναι. 8.73διὸ καὶ οὐ μακρὰν ἀλλήλων αὐτὰς ἀνέστησεν, ἵνα τῶν πτερύγων τῇ μὲν ἅπτωνται τοῦ κατὰ νότον κειμένου τοίχου τοῦ ἀδύτου, τῇ δὲ κατὰ βορέαν, αἱ δʼ ἄλλαι πτέρυγες αὑταῖς συνάπτουσαι τεθείσῃ μεταξὺ αὐτῶν τῇ κιβωτῷ σκέπη τυγχάνωσι. τὰς δὲ Χερουβεῖς οὐδεὶς ὁποῖαί τινές εἰσιν εἰπεῖν οὐδʼ εἰκάσαι δύναται. 8.74κατέστρωσε δὲ καὶ τοῦ ναοῦ τὸ ἔδαφος ἐλάσμασι χρυσοῦ, ἐπέθηκε δὲ καὶ τῷ πυλῶνι τοῦ ναοῦ θύρας πρὸς τὸ ὕψος τοῦ τοίχου συμμεμετρημένας εὖρος ἐχούσας πηχῶν εἴκοσι, καὶ ταύτας κατεκόλλησε χρυσῷ. 8.75συνελόντι δʼ εἰπεῖν οὐδὲν εἴασε τοῦ ναοῦ μέρος οὔτε ἔξωθεν οὔτε ἔνδοθεν, μὴ χρυσὸς ἦν. κατεπέτασε δὲ καὶ ταύτας τὰς θύρας ὁμοίως ταῖς ἐνδοτέρω καταπετάσμασιν. δὲ τοῦ προναΐου πύλη τούτων οὐδὲν εἶχε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.69 Joseph. AJ 8.73 (English) >>Joseph. AJ 8.78

Powered by PhiloLogic